# De ecclesiastica theologia 3.15.11

Eusebius, De ecclesiastica theologia, Book 3, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-ecclesiastica-theologia/3.15.11

εἰ δὲ τὸ ἡμέτερον σύμμορφον ἔσται τῷ σώματι τῆς δόξης αὐτοῦ«, πῶς οὐχὶ καὶ πολὺ πρότερον τὸ τῆς αὐτοῦ δόξης σῶμα τῆς αὐτοῦ κοινωνὸν ἔσται βασιλείας; καὶ εἰ τὸ ἡμέτερον καταποθήσεται ὑπὸ τῆς ζωῆς, ὡς ὁ ἀπόστολος ἐμαρτύρησε φήσας »ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«, πῶς οὐχὶ πολὺ πρότερον τὸ αὐτοῦ σῶμα ὡς ἂν ἐξυπηρετησάμενον τῇ αὐτοῦ θεότητι καταποθήσεται. οὐχ ὑπὸ μόνης τῆς ζωῆς ὁμοίως τῷ ἡμετέρῳ ἀλλὰ καὶ ὑπὸ τῆς αὐτοῦ θεότητος; μὴ δὴ οὖν πυνθανέσθω μηδ’ ἀπορείτω τις πρὸς ἑαυτόν, τί δὴ προσήκει λογίζεσθαι περὶ τοῦ σωτηρίου σώματος_, τρανῶς Παύλου λέγοντος ἀκούων, δεῖν καταποθήσεσθαι »〈τὸ〉 θνητὸν ὑπὸ τῆς ζωῆς«, καὶ τὸ ἡμέτερον σῶμα σύμμορφον ἔσεσθαι »〈τῷ σώματι〉 τῆς δόξης τοῦ Χριστοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν 〈καὶ〉 ὑποτάξαι ἑαυτῷ τὰ πάντα«.

---

Eusebius of Caesarea, De ecclesiastica theologia, ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg009.local002/.
