Ancient Greek
Book 3, Chapter 15
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.15.12
Not analysed yet
ἄρ’ οὑν ὑποτάξει ἑαυτῷ τὰ πάντα· καὶ τοιαύτην τινὰ τὴν σωτήριον ὑποταγὴν χρὴ νοεῖν, καθ’ ἣν »καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα«, ἄλεκτόν τινα καὶ ἄρρητον καὶ μόνῳ αὐτῷ πρέπουσαν ὑποταγὴν ποιησόμενος, ὅτε τοὺς ὑπ’ αὐτοῦ πάντας χοροῦ δίκην περιστοιχισάμενος »τῷ θεῷ καὶ πατρὶ προσάξει |τὴν δόξαν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὸ σέβας καὶ τὴν μεγαλωσύνην ἅτε δὴ πάντων τῶν ἀγαθῶν αἰτίῳ προσοίσων.