Ancient Greek
Book 3, Chapter 15
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.15.2
Not analysed yet
ἵνα ᾖ ὁ θεὸς τὰ ἐν πᾶσιν« οὐκ ἀκούει· οὐ γὰρ ἐν τῷ υἱῷ φησιν τὰ πάντα« ἔσεσθαι τὸν θεόν, ἀλλ’ »ἐν πᾶσιν«· ὅπερ μᾶλλον ἔδοξεν ἂν συνάφειάν τινα πάντων καὶ ἕνωσιν σημαίνειν, εἰ πάντα μέλλοι ὁ θεὸς ἐν πᾶσιν εἶναι. τὴν δ’ ὑποταγὴν τοῦ υἱοῦ ἕνωσιν ἑρμηνεύει τοῦ λόγου, |ἓν καὶ ταὐτὸν γενησομένου τῷ πατρὶ καθ’ ἃ καὶ πρότερον ἦν, ὡς αὐτὸς ἔφη.