Ancient Greek
Book 3, Chapter 16
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.16.3
Not analysed yet
βασιλεύων δὴ τότε ὁ υἱὸς τοῦ θεοῦ τοὺς ὑπ’ αὐτῷ βασιλευομένους πάντας τῷ αὐτοῦ παραδώσει πατρί. οὐ παυσόμενος τῆς βασιλείας οὐδ’ ἀναχωρῶν αὐτῆς. οὐδὲ γὰρ παύσεσθαι αὐτὸν τῆς βασιλείας ὁ θεῖος ἀπόστολος ἔφη (ἦ γὰρ ἂν τἀναντία ἔγραφεν τῷ Γαβριὴλ θεσπίσαντι πρὸς τὴν παρθένον βασιλεύσειν αὐτὸν εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοὺ« μὴ ἔσεσθαι »τέλος«), ἀλλὰ παραδώσειν »τὴν βασιλείαν«, δηλαδὴ τοὺς ὑπ’ αὐτῷ βασιλευομένους, »τῷ θεῷ καὶ πατρί«.