Ancient Greek
Book 3, Chapter 17
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.17.1
Not analysed yet
17 εἰ δὲ χρὴ ταῦτα ἐπισφραγίσασθαι προφητικῇ σφραγῖδι, εἰς βεβαίαν πίστωσιν τῶν εἰρημένων μάρτυρι χρήσομαι προφητικῷ πνεύματι δι’ Ἐζεκιὴλ τοῦ προφήτου αὐτὰ δὴ [δὴ] ταῦτα τοιαύταις θεσπίζοντι φωναῖς »τάδε λέγει κύριος κύριος· ἰδοὺ ἐγὼ ζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αὐτά. ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρι σμένων. οὕτως ἐκζητήσω τὰ πρόβατά μου. «καὶ μεθ’ ἕτερα »καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν. καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριόν.