Ancient Greek
3.17.12 to 3.17.13
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.17.12-13
Not analysed yet
τοῦτο γὰρ καὶ αὐτὸς ἐδίδασκεν εἰπὼν »τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου,« ἀναλόγως τῷ ἐν τῇ προφητείᾳ ὠνομασμένῳ Δαυίδ. ὃν ποιμένα καὶ ἄρχοντα ἔσεσθαι τῶν προβάτων ὁ λόγος διδάσκει ὑπὸ ἐφόρῳ τῷ θεῷ μέλλοντα ποιμαίνειν καὶ ἄρχειν τῶν τοῦ θεοῦ θρεμμάτων. καὶ ἐκείνῳ δὲ ἀναγκαῖον ἐπιστῆσαι τὸν νοῦν ὡς τὸ παρὰ τῷ ἀποστόλῳ λελεγμένον ἐν τῷ »ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν« ᾐνίξατο ἡ προφητεία φήσασα »καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς. «