Ancient Greek
Book 3, Chapter 18
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.18.4
Not analysed yet
τοῦτο γὰρ ἐδίδαξεν εἰπών »ἵνα ὠσιν τετελειωμένοι«. οὕτω γὰρ ὑπ’ αὐτοῦ σοφίᾳ καὶ φρονήσει καὶ δικαιοσύνῃ καὶ εὐσεβείᾳ καὶ ἀρετῇ πάσῃ τέλειοι κατεργασθέντες τῷ πατρικῆς θεότητος ἀλέκτῳ φωτὶ συναφθησόμεθα φῶτα καὶ αὐτοὶ ἐκ τῆς πρὸς αὐτὸν συναφείας γενησόμενοι, καὶ υἱοὶ θεοῦ κατὰ μετοχὴν τῆς τοῦ μονογενοῦς αὐτοῦ κοινωνίας ἀποτελεσθέντες μετουσίᾳ τῶν τῆς θεότητος αὐτοῦ μαρμαρυγῶν. 19