Ancient Greek
Book 3, Chapter 2
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.2.1
Not analysed yet
ταῦτα μὲν ἐν Παροιμίαις περὶ ἑαυτῆς ἡ σοφία. ὅλα δ’ ἐπίτηδες ἀναγκαίως παρεθέμην, δεικνὺς ὡς ἕν ἐστιν πρόσωπον τὸλος ἐπί τὴν σάρκαν τοῦ σωτῆρος μετῆγεν. ταῦτα λέγον, οὐδεμιᾶς ἐν τῷ μεταξὺ γενομένης μεταβολῆς τοῦ λέγοντος· δείκνυται τοίνυν ἡ σοφία ταῦτα περὶ ἑαυτῆς διδάσκουσα. κἀνταῦθα δὲ πρῶτον ἐπιτηρητέον ὡς ἀπολύτως σοφία ὠνόμασται· »ἐγὼ« γάρ φησιν »〈ἡ σοφία〉 κατεσκήνωσα βουλὴν« καὶ οὐκ εἴρηται· σοφία τοῦ θεοῦ. ἀλλ’ ὥσπερ παρὰ τῷ εὐαγγελιστῇ τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος« ἀπολύτως ἐγράφετο, καὶ πάλιν »ὁ λόγος ἦν πρὸς τὸν θεόν«, καὶ οὐκ εἴρητο· ὁ λόγος τοῦ θεοῦ, ἵνα μὴ τῶν πρός τι νομίσῃ τις αὐτὸν λέγεσθαι, μηδ’ ὡς συμβεβηκότα ἐν τῷ θεῷ, ἀλλ’ ὡς ὑφεστῶτα καὶ ζῶντα (διὸ ἐπιλέγει »καὶ θεὸς ἦν ὁ λόγος«. οὐκ εἰπών· καὶ θεοῦ ἦν ὁ λόγος), οὕτως καὶ ἐπὶ τῆς σοφίας·