Ancient Greek
Book 3, Chapter 2
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.2.21
Not analysed yet
τὸ γὰρ μέγα κτῆμα τοῦ θεοῦ ὁ μονογενὴς υἱὸς ἦν, καθ’ ὃ μὲν ἐξ αὐτοῦ γεγένητο υἱὸς ὢν αὐτοῦ, καθ’ ὃ δὲ τοῖς πᾶσιν κοινωφελὴς καὶ σωτήριος καθέστηκεν, τὸ μέγιστον καὶ τιμιώτατον κτῆμα τοῦ πατρὸς ὑπάρχων τε καὶ ὠνομασμένος. οὐδὲ γὰρ ἄλλο τι γένοιτ’ ἂν πατρὶ υἱοῦ τιμιώτερον κτῆμα. ἔνθεν καὶ ὁ πρωτόπλαστος Ἀδὰμ ὅτε τὸν ἐν ἀνθρώποις πρῶτον υἱὸν ἐκτήσατο, ἐλέχθη καὶ ἐπ’ ἐκείνῳ ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ«, τῆς Ἑβραϊκῆς φωνῆς ἀντὶ τοῦ »ἐκτησάμην« κ̄ᾱν̄ῑθ̄ε̄ ῑ περιεχούσης·