Ancient Greek
Book 3, Chapter 2
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.2.28
Not analysed yet
(Nr. 10) τούτου τοίνυν οὕτως ἔχοντος, ἀκόλουθόν ἐστιν σκοπεῖν τῇ διανοίᾳ τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ«. ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὃν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν ἔκτισεν. καὶ ἐπιλέγει (Nr. 17) οὐκοῦν εἰ καὶ τὰ μάλιστα ἐπ’ ἐσχάτων τῶν καιρῶν τουτὶ καινὸν ἐπεφάνη μυστήριον, ὡς |διὰ τοῦτο πρὸ τοῦ αἰῶνος τούτου προωρίσθαι, εἰκότως ὁ προφήτης ἔφη »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με«, δηλονότι τὴν σάρκα.