# De ecclesiastica theologia 3.21.1

Eusebius, De ecclesiastica theologia, Book 3, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-ecclesiastica-theologia/3.21.1

οὕτως οὖν καὶ ὁ ἑωρακὼς« αὐτὸν ἑώρακεν τὸν πατέρα«. τῷ μόνον αὐτὸν καὶ μηδένα ἄλλον εἰκόνα εἶναι τοῦ θεοῦ τοῦ ἀοράτου« καὶ »ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ« »ἐν μορφῆ τε θεοῦ« ὑπάρχειν κατὰ τὰς ἀποστολικὰς διδασκαλίας. ὡς γὰρ καὶ ὁ τὴν βασιλικὴν εἰκόνα τὴν ἐπ’ ἀκριβὲς ἀφωμοιωμένην αὐτῷ τεθεαμένος τοὺς τῆς μορφῆς τύπους διὰ τῆς γραφῆς ἀποματτόμενος φαντασιοῦται τὸν βασιλέα, τὸν αὐτὸν τρόπον μᾶλλον δ’ ὑπὲρ πάντα λόγον παντός τε ἐπέκεινα παραδείγματος ὁ νῷ διαυγεῖ καὶ ψυχῆς κεκαθαρμένοις ἁγίῳ τε πνεύματι πεφωτισμένοις ὄμμασιν τῷ τε μεγέθει τῆς τοῦ μονογενοῦς υἱοῦ καὶ κυρίου δυνάμεως ἐνατενίσας | καὶ ἐννοήσας, ὅπως »ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς πατρικῆς θεότητος« καὶ ὡς τὰ σύμπαντα δι’ αὐτοῦ ἐγένετο« καὶ »ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα«, λογισάμενός τε ὡς μόνον αὐτὸν υἱὸν μονογενῆ ἐγέννα ὁ πατὴρ κατὰ πάντα ἀφωμοιωμένον αὐτῷ. δυνάμει καὶ αὐτὸν ὄψεται τὸν πατέρα διὰ τοῦ υἱοῦ, θεωρούμενον τοῖς τὴν διάνοιαν κεκαθαρμένοις περὶ ὧν εἴρηται τὸ μακάριοι οἱ καθαροὶ τῆ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται«.

---

Eusebius of Caesarea, De ecclesiastica theologia, ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg009.local002/.
