Ancient Greek
Book 3, Chapter 21
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.21.2
Not analysed yet
ταῦτα μὲν οὖν προθεμένοις ἡμῖν σκοπὸν τὴν βραχυλογίαν ὡς ἐν ἐπιτομῇ γεγυμνάσθω. πλείστης δὲ ὅσης ἐξεργασίας δεομένων τῶν κατὰ τὸν τόπον ὅτῳ μέλει τῆς τούτων ἀκριβοῦς καταλήψεως τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς ἀναγνώσμασιν τὴν διάνοιαν ἐπερείσας τὸν πάντα νοῦν ἐξ αὐτῶν ἐπὶ σχολῆς ἀναλέξεται. μυρίων γε μὴν καὶ ἄλλων ἀσυναρτήτως ἐν τῷ Μαρκέλλου συγγράμματι συμπεφορημένων, πλείστων τε ὅσων ἐναντίως τῷ βουλήματι τῆς γραφῆς εἰρημένων ἑτέρων τε βεβιασμένων καὶ μηδεμίαν σωσάντων ἀκολουθίαν, κοινὸν τὸν ἔλεγχον κατάφωρον γεγονέναι παρὰ τοῖς εὖ φρονοῦσιν διὰ τῶν ἡμῖν ἐξητασμένων ἡγούμενος, τούτοις ἀρκεσθήσομαι.