Ancient Greek
Book 3, Chapter 3
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.3.46
Not analysed yet
ὁ αὐτὸς δὲ καὶ τὸ ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ« συνῆψεν καὶ τὰ ἀκόλουθα τούτοις. εἰ δὴ οὐν ὁ λόγος ἦν ὁ ταῦτα φήσας, πῶς ἔνδον ἦν ἐν τῷ θεῷ καί, συναγένητος ὢν τῷ θεῷ ἕν τε καὶ ταὐτὸν ὑπάρχων αὐτῷ, ἐκτίσθαι ἑαυτὸν ἔλεγεν καὶ γεγεννῆσθαι; ἕν γὰρ καὶ 〈ταὐτὸν〉, ὡς ἔφην, ἀπεδείχθη πρόσωπον τὸ πάντα διεξιὸν τὰ προκείμενα.