Ancient Greek
Book 3, Chapter 3
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.3.57
Not analysed yet
ἔχαιρέν τε ὁ πατὴρ πρὶν ἢ καὶ τὸν κόσμον γενέσθαι, εἰς αὐτὸν ἀφορῶν τὸν ἑαυτοῦ μονογενῆ υἱὸν καὶ ὥσπερ ἐν εἰκόνι ἑαυτὸν ἐνοπτριζόμενος ἐν αὐτῷ· διό φησιν ἡ σοφία »ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ’ ἡμέραν«. ἀλλὰ καὶ ὁ υἱὸς εὐφροσύνης ἐπληροῦτο γανύμενος ἐπὶ τῇ τοῦ πατρὸς θέᾳ· τοῦτο γοῦν αὐτὸς διδάσκει λέγων »ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας«,