Ancient Greek
Book 3, Chapter 3
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.3.9
Not analysed yet
εἰ γὰρ τούτοις προσεσχήκει, ἔγνω ἂν ὅτι πρὸ οὐρανοῦ καὶ γῆς καὶ πρὸ τοῦ σύμπαντος κόσμου καὶ οὐ πρὸ τῶν ὁρατῶν μόνον ἀλλὰ καὶ πρὸ τῶν νοητῶν ἔργων τοῦ θεοῦ, τῶν ἐν ἀσωμάτοις καὶ ὑπερκοσμίοις δυνάμεσιν ἐν ὑποστάσει ὄντων, ἦν καὶ προῆν ὁ ταῦτα λέγων. ὁ δὲ μεταβὰς ἐπὶ τὸ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με«, πάλιν τὴν σάρκα εἰς μέσον ἄγει λέγων οὕτως (Nr. 14) θεμέλιον τοῦτον ὀνομάζων, τὴν κατὰ σάρκα αὐτοῦ προορισθεῖσαν οἰκονομίαν.