Ancient Greek
Book 3, Chapter 4
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.4.5
Not analysed yet
καὶ μεθ’ ἕτερα ἐπάγει (Nr. 60) εἰ δὲ τὸ Εὐαγγέλιον ὅτι ἐμφυσήσας τοῖς μαθηταῖς »λάβετε πνεῦμα ἅγιον« ἔφησεν, δῆλον ὅτι ἐκ τοῦ λόγου τὸ πνεῦμα ἐξῆλθεν. πῶς οὖν, εἰ ἐκ τοῦ λόγου τὸ πνεῦμα προῆλθεν, πάλιν τὸ αὐτὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεται; καὶ προστίθησιν μεθ’ ἕτερα (Nr. 60) οὐκ ὀρθῶς οὖν οὐδὲ προσηκόντως εἴρηκεν τρεῖς ὑποστάσεις εἶναι, φήσας οὐχ ἅπαξ ἀλλὰ καὶ δεύτερον. διὰ δὴ τούτων καὶ τῶν τούτοις ὁμοίων ὁ σοφώτατος πειρᾶται κατασκευάζειν ἕνα καὶ τὸν αὐτὸν εἶναι 〈τὸν〉 πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦνα, τριῶν ὀνομάτων κατὰ μιᾶς ὑποστάσεως κειμένων.