# De ecclesiastica theologia 3.4.7-8

Eusebius, De ecclesiastica theologia, 3.4.7 to 3.4.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-ecclesiastica-theologia/3.4.7

πόθεν γὰρ ἐξῆλθεν ἢ ἐκ τῶν ἐνδοτάτω βασιλείων τῆς πατρικῆς θεότητος; κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ ἅγιον πνεῦμα παρεστὸς ἀεὶ τῷ θρόνῳ τοῦ θεοῦ, ἐπεὶ καὶ »μυρίαι μυριάδες« παρεστήκασιν αὐτῷ κατὰ τὸν Δανιὴλ, ἀπεστέλλετο καὶ αὐτό, ποτὲ μὲν ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ποτὲ δὲ ἐφ’ ἕκαστον τῶν προφητῶν καὶ τῶν ἀποστόλων· διὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι καὶ αὐτὸ εἴρηται. καὶ τί θαυμάζεις; ὁπότε καὶ περὶ τοῦ διαβόλου λέλεκται »καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου« καὶ δεύτερον πάλιν εἴρηται »ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου«. εὕροις δ’ ἂν καὶ ἐπὶ τοῦ Ἀχαάβ, ἔνθ’ ἐπιφέρει ἡ γραφὴ »καὶ ἐξῆλθεν πνεῦμα πονηρὸν καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν«.

---

Eusebius of Caesarea, De ecclesiastica theologia, ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg009.local002/.
