Ancient Greek
Book 3, Chapter 5
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.5.1
Not analysed yet
καὶ ὅτι γε ἕτερόν ἐστιν τὸ πνεῦμα τὸ ἅγιον τοῦ υἱοῦ διαρρήδήν καὶ διαφόρως λευκοτάτοις ῥήμασιν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν 〈ἐδίδαξεν〉, ἐν οἷς πρὸς τοὺς αὐτοῦ μαθητὰς ἔλεγεν »ἐὰν ἀγαπᾶτε με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε. καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καί ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα ᾖ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα. τὸ πνεῦμα τῆς ἀληθείας. ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν«. ὁρᾷς ὅπως τὸ πνεῦμα τὸ παράκλητον ἕτερον εἶναί φησιν καὶ ἄλλο παρ’ ἑαυτόν. εἰ δὲ ἐμφυσήσας τοῖς μαθηταῖς εἶπεν »λάβετε πνεῦμα ἅγιον«, οὐ χρὴ ἀγνοεῖν ὡς τὸ μὲν ἐμφύσημα καθαρτικόν πως ἦν τῆς τῶν ἀποστόλων ψυχῆς, ἐπιτηδείους αὐτοὺς παρασκευάζον τῆς τοῦ ἁγίου πνεύματος ὑποδοχῆς.