Ancient Greek
Book 3, Chapter 5
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.5.16
Not analysed yet
οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. |ἐν οἷς πάλιν ἃ μὴ αὐτὸς ἐδίδαξεν ταῦτα μαθήσεσθαι τοὺς αὐτοῦ μαθητὰς ὑπὸ τοῦ ἁγίου πνεύματος ἐπαγγέλλεται, ὡς περὶ ἑτέρου λέγων τὸ »ὅταν ἔλθῃ ἐκεῖνος« καὶ τὸ »οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει« καὶ τὸ ἐκεῖνος ἐμὲ δοξάσει« καὶ τὸ »ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται«· ταῦτα γὰρ πάντα ὑπολαμβάνειν τὸν σωτῆρα αὐτὸν περὶ ἑαυτοῦ λέγειν δεινὴ καὶ δυσθεράπευτος εὐήθεια.