Ancient Greek
Book 3, Chapter 5
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.5.22
Not analysed yet
οὐκ ἄλλως τοῦ σωτῆρος τοῖς ἀποστόλοις αὐτοῦ διαταξαμένου τὸ μυστήριον τῆς αὐτοῦ παλιγγενεσίας πᾶσιν τοῖς ἐξ ἐθνῶν εἰς αὐτὸν πιστεύουσιν παραδιδόναι ἢ βαπτίζοντας »αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«· |τοῦ μὲν πατρὸς αὐθεντοῦντος καὶ δωρουμένου τὴν χάριν, τοῦ δὲ υἱοῦ ταύτῃ διακονουμένου (»ἡ« γὰρ »χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο«), τοῦ δὲ ἁγίου πνεύματος, δηλαδὴ τοῦ παρακλήτου, αὐτοῦ ὄντος τοῦ χορηγουμένου κατὰ τὰς ἐν αὐτῷ διαιρέσεις τῶν χαρισμάτων, »ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι« καὶ τὰ τούτοις κατηριθμημένα ὁμοίως.