Ancient Greek
Book 3, Chapter 6
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.6.3
Not analysed yet
καὶ μόνος μὲν αὐτὸς »εἷς θεὸς καὶ πατὴρ« »τοῦ |κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ« χρηματίζοι ἄν, ὁ δὲ υἱὸς »μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός«· τὸ δὲ παράκλητον πνεῦμα οὕτε θεὸς οὕτε υἱός, ἐπεὶ μὴ ἐκ τοῦ πατρὸς ὁμοίως τῷ υἱῷ καὶ αὐτὸ τὴν γένεσιν εἴληφεν, ἓν δέ τι τῶν διὰ τοῦ υἱοῦ γενομένων τυγχάνει, ὅτι δὴ »πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«.