Ancient Greek
Book 3, Chapter 9
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.9.1
Not analysed yet
καὶ δευτεροῖ τὸ αὐτὸ ἐν ἑτέρῳ φάσκων (Nr. 104) εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως ἁπάντων καὶ αὐτὴν τὴν κτίσιν ἐκ τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβληθήσεσθαι ὁ Παῦλος ἔφη (λέγει γὰρ »ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«), πὼς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν |ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ λόγῳ [δι’ αὐτὴν] γένοιτ’ ἂν δυνατόν;