# De laudibus Constantini 12.12

Eusebius, De laudibus Constantini, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-laudibus-constantini/12.12

οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον, ὡς οὐρανὸς εἷς μυρίας περιλαμβάνει ἀμφὶ τοῦτον χορείας ἄστρων περιπολούσας; πάλιν εἷς ἥλιος, ἀλλ' οὐ πλείους, τὰς ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει μαρμαρυγάς· οὕτω δῆτα ἑνὸς ὄντος πατρός, καὶ τὸν τούτου λόγον ἔνα χρὴ ἀγαθὸν ἀγαθοῦ πατρὸς εἶναι. εἰ δ’ ὅτι μὴ καὶ πλείους ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους καὶ σελήνας καὶ κόσμους καὶ μυρία ἄλλα αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὐ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντα. ἀλλ' ὡς έν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δὴ καὶ ἐν νοητοῖς ἀφανῶς ἡμῖν καὶ ἀοράτως εἷς ὁ τοῦ θεοῦ λόγος παντοδύναμος τὰ σύμπαντα καταυγάζει·

---

Eusebius, De laudibus Constantini, ed. Ivar A. Heikel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg022.local001/.
