Ancient Greek · ~2 min
Chapter 12
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 12.13
Not analysed yet
ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ’ ἂν δημιουργός, εἰ καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο, καὶ εἷς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ ἄν ποτε μυρίων ἐπιστήμας, γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει καὶ λόγους γραμματικῆς καὶ ῥητορικῆς παραδώσει καὶ ἰατρικῆς, ἒν τε μαθήμασι καὶ τοῖς κατὰ χεῖρα προστήσεται, καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἐν ἑνὶ σώματι ψυχὰς ἡγήσατο εἶναι, οὐδὲ πολλὰς ἐθαύ- μασεν τὰς ἐν ἀνθρώπῳ οὐσίας διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν.