# De laudibus Constantini 12.14

Eusebius, De laudibus Constantini, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-laudibus-constantini/12.14

εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν κἄπειτα χερσὶν ἁπαλύνας ἐπιθείη ζώου μορφήν, ἄλλῳ μὲν σχήματι κεφαλήν, χεῖρας δὲ καὶ πόδας ἑτέρῳ, καὶ ὀφθαλμοὺς πάλιν ἄλλῳ καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε καὶ ὤμους ὑποτυ- πωσάμενος τέχνῃ τῇ πλαστικῇ· ἀλλ’ οὐκ, ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ' ἑνὶ σώματι δεδημιούργηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἁλλ' ἕνα μόνον τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν τὸν ἑνὶ λογισμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον· οὕτω δὴ καὶ ἐπὶ τοῦδε τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, οὐ πολλὰς χρὴ ὑποτίθεσθαι δημιουργικὰς δυνάμεις, οὐδὲ πολλοὺς ὀνομάζειν θεούς, μίαν δὲ θεολογεῖν τὴν πάνσοφον καὶ παναρμόνιον τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ διὰ πάντων ἥκουσαν καὶ διὰ παντὸς τοῦ κόσμου χωροῦσαν καὶ τὰ πάντἀ ὑφισταμένην τε καὶ ζωοῦσαν, καθόλου τε τοῖς πᾶσι καὶ τοῖς κατὰ μέρος σώμασί τε καὶ στοιχείοις ποικίλην τὴν ἐξ αὐτῆς χορηγίαν ποιουμένην.

---

Eusebius, De laudibus Constantini, ed. Ivar A. Heikel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg022.local001/.
