# De laudibus Constantini 12.7

Eusebius, De laudibus Constantini, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-laudibus-constantini/12.7

δεσμός τις οὗτος ἀρραγὴς θεοῦ λόγος μέσος τυγχάνει συνδέων τὰ διεστῶτα καὶ μὴ μακρὰν ἀποπίπτειν αὐτὰ συγχωρῶν. οὗτος ἡ καθόλου πρόνοια, κηδεμὼν οὑτος καὶ διορθωτὴς τοῦ παντός, οὑτος θεοῦ δύναμις καὶ θεοῦ σοφία, οὑτος μονογενὴς θεός, ἐκ θεοῦ γεγεννημένος λόγος· ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος· πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐrένετο οὐδὲ ἓν ὅ γέονε" θεολόγων ἀνδρῶν ἱεραὶ διδάσκουσι φωναί· οὗτος ὁ κοινὸς ἁπάντων φυτουργός, δι' ὃν ἡ τῶν ὅλων οὐσία φύει καὶ θάλλει, ὀμβρήμασι τοῖς ἐξ αὐτοῦ διὰ παντὸς ἀρδομένη, νεαράν τε εἰς ἀεὶ τὴν ἀκμὴν καὶ τὴν ὥραν περικαλλῆ τοῦ παντὸς παρεχομένη.

---

Eusebius, De laudibus Constantini, ed. Ivar A. Heikel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg022.local001/.
