Ancient Greek
Chapter 13
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 13.10
Not analysed yet
καὶ οὐ τοῦτο μό- νον, ἀλλὰ καὶ ἐξαγριουμένων πυκναῖς ταῖς κατ’ ἀλλήλων ἐπανα- στάσεσιν, ὥστ' ἀεὶ καὶ διὰ παντὸς τοῦ βίου μάχαις ταῖς κατ' ἀλλή- λων καὶ πολέμοις σχολάζειν ,μὴ ἐξεῖναί τέ ποι τῷ βουλομένῳ στέλλεσθαι μὴ πολεμίου τρόπον καθωπλισμένῳ, κατ’ ἀγρούς τε καὶ κατὰ κώμας ξιφηφορεῖν τοὺς γεωπόνους καὶ μᾶλλον τῶν πρὸς γεωρυίαν ὀργάνων τὰς ἐνόπλους κεκτῆσθαι παρασκευάς, τό τε ληΐζεσθαι ἀνδραποδίζεσθαι τοὺς ἐκ γειτόνων ἐπ' ἀρετῆς τίθεσθαι μέρει.