# De laudibus Constantini 13.5

Eusebius, De laudibus Constantini, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-laudibus-constantini/13.5

διὸ δὴ πᾶν εἶδος εἰδεχθῶν κνωδάλων καὶ παντοίων ζώων γένη ἑρπετά τε ἰοβόλα καὶ θῆρας ἀγρίους θεοὺς προσειπεῖν οὐκ ἀπώκνησαν, Φοίνικες δὲ Μελκάθαρον καὶ Οὕσωρον καί τινας ἄλλους ἀτιμοτέρους θνητοὺς πάλιν ἄνδρας θεοὺς ἀνηγόρευσαν, ὡς καὶ παῖδες Ἀράβων Δούσαρίν τινα καὶ Ὄβοδον, καὶ οἱ Γέται τὸν Ζάμολξιν καὶ τὸν Μόψον Κίλικες, καὶ τὸν Ἀμφιάρεων Θηβαῖοι, καὶ παῤ ἑτέροις πάλιν ἑτέρους, τὴν φύσιν οὐδὲν τῶν θνητῶν διαλλάττοντας αὐτὸ δὲ μόνον ἀληθῶς ἀνθρώπους. ὁμοῦ δὴ οὖν πάντες Αἰγύπτιοι, Φοίνικες, Ἕλληνες, καὶ πᾶν τὸ θνητὸν γένος, ὅσον ἡλίου βολαὶ φωτίζουσι, τὰ μέρη τοῦ κόσμου καὶ τά γε στοιχεῖα τούς τε ἀπὸ γῆς βλαστοῦντας καρπούς, καὶ τὰ σφῶν αὐτῶν πάθη ναὶ μὴν καὶ τὰς δαιμονικὰς μανίας τε καὶ φαντασίας, καὶ πρό γε τούτων ἄνδρας θνητοὺς ἀνθρωπείαις χρησαμένους συμφοραῖς, καὶ οὐτ' ἀρετῆς διδασκαλεῖα καθ' ὂν ἔζων χρόνον συστησαμένους, οὔτε σώφρονος βίου μαθήματα ἀνθρώποις ἐπιπονήσαντας. οὐ φιλόσοφα δόγματα καταδείξαντας, οὐκ ὀνησιφόρον ἔργον ἐπιδεδειγμένους. οὐ μαθητὰς τῆς ἀρετῆς καταλείψαντας, οὐ λόγους, οὐ συγγράμματα πρὸς εὐζωίαν συντείνοντα παραδόντας, ἠσχολημένους δὲ περὶ γύναια καὶ αἰσχρὰς ἡδονάς, εἰκῆ καὶ ὡς ἔτυχεν οὐκ οἶδ' ὁποίας δαιμονικῆς ἐνεργείας πλάνῃ θεοὺς καὶ ἥρωας ἀνηγόρευσαν θυοίαις τε καὶ τελεταῖς σὺν γοητικαῖς ἀπάταις ἐτίμησαν, νεὼς αὐτοῖς καὶ ἱερὰ κατὰ πόλεις καὶ κατὰ χώρας δειμάμενοι, τὸν δ’ ἐπέκεινα τοῦ κόσμου μόνον ἀληθῆ τοῦ θεοῦ λόγον παμβασιλέα καὶ ποιητὴν τῶν ὅλων ἐν οὐδενὶ τέθεινται. οἱ δ’ εἰς τοσοῦτον ἤλαυνον μανίας τε καὶ φρενοβλαβείας ὡς ἐν ταὐτῷ τούσδε τινὰς τοὺς τυχόντας ἄνδρας θεοὺς ἀναχορεύειν, καὶ παραχρῆμα τοῖς αὐτοῖς θνητῶν συνάπτειν πάθη, ἔρωτάς τε παρανόμους καὶ πράξεις αἰσχρὰς ςωῆς τε καταστροφὰς καὶ θανάτους τοῖς αὐτοῖς ἀνατιθέναι. εἶτα τοιαῦτα οὐχ ὑφ' ἑτέρων διαβαλλόμενα φάσκοντες, αὐτοὶ δὲ μάρτυρες τούτων ὄντες, πλάνας τε καὶ πἐνθη καὶ θανάτους καὶ πρό γε τούτων μοιχείας αὐτῶν καὶ ἀρρἐνων φθορὰς γυναικῶν τε ἁρπαγὰς ὁμολογοῦντες, οὐδὲν ἡττον πόλεις πάσας καὶ κώμας καὶ χώρας ναοῖς καὶ ἀγάλμασι καὶ ἱεροῖς ἐπλήρουν, τῇ τῶν θεῶν ὁμοιοτροπίᾳ τὰς ἑαυτῶν προσαπολλύντες φυχάς.

---

Eusebius, De laudibus Constantini, ed. Ivar A. Heikel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg022.local001/.
