Ancient Greek · ~6 min
Chapter 13
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 13.7
Not analysed yet
καὶ τί γὰρ ἂν γένοιτο τούτου μανικώτερον θύειν ἀνθρώπους καὶ τὰς πόλεις ἀπέσας καὶ τοὺς αὐτῶν οἵκους ἐμφυλίοις μολύνειν φόνοις; ἢ οὐ ταῦτα Ἑλλήνων παῖδες μαρτυροῦσι καὶ πᾶσά γε ἡ ἱστορία τῆς τούτων μνήμης πεπλήρωται; Κρόνῳ μὲν γὰρ Φοίνικες καθ’ ἕκαστον ἔτος ἔθυον τὰ ἀγαπητὰ καὶ μονογενῆ τῶν τέκνων, τῷ δ’ αὐτῷ τούτῳ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἀνθρώπους ἔσφαττον. ἐν δὲ Σαλαμῖνι ὑφ' ἔνα περίβολον Ἀθηνᾶς Ἀγραύλιδος καὶ Διομήδους ἐλαυνόμενός τις ἀνὴρ τρὶς περιέθει τὸν βωμόν, ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζεν. ἐγίγνοντο δὲ καὶ ἐπὶ τῆς Αἰγύπτου πλεῖσται ὅσαι ἀνθρωποκτονίαι, ἐθύοντό τε τῇ Ἥρᾳ ἐν Ἡλίου πόλει τῆς ἡμέρας τρεῖς, ἀνθ’ ὧν Ἀμόσης ὁ βασιλεὺς τὸ δεινὸν συνιδὼν κηρίνους τοὺς ἴσους ἐκέλευσεν έπιτίθεσθαι. καὶ ἐν Χίῳ δὲ τῷ Ὠμαδίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες ἔθυον, καὶ ἐν Τενέδῳ δὲ ὡσαύτως, ἐν δὲ Λακεδαίμονι τῷ Ἄρει τὴν δί ἀνθρώπων ἐτέλουν θυσίαν. καὶ ἐν Κρήτῃ δὲ αὐτὸ τοῦτ' ἄπραττον, ἀνθρωποθυτοῦντες τῷ Κρόνῳ. Ἀθηνᾷ δὲ παρθένος κατ' ἔτος ἐθύετο ἐν Λαοδαμείᾳ τῆς Συρίας, νῦν δὲ ἔλαφος. οὐ μὴν ἀλλὰ καὶ Λίβυες καὶ Καρχηδόνιοι ταῖς ἀνθρωποθυσίαις τοὺς ἑαυτῶν ἱλεοῦντο θεούς. καὶ Δουματηνοὶ δὲ τῆς Ἀραβίας καθ' ἕκαστον ἔτος ἔθυον παῖδα, ὃν ὑπὸ τὸν βωμὸν ἔθαπτον, κοινῶς δὲ πάντας Ἕλληνας, πρὶν ἐπὶ πολέμους ἐξιέναι, ἀνθρωποκτονεῖν ἡ ἱστορία διδάσκει, Θρᾷκας τε καὶ Σκύθας ὁμοίως. Ἀθηναῖοι δὲ τὰς Λεὼ κόρας καὶ τὴν Ἐρεχθέως θυγατέρα σφαγιασθεῖσαν μνημονεύουσιν. ἀλλ' ἔτι καὶ νῦν τίς ἀγνοεῖ κατὰ τὴν μεγάλην πόλιν τῇ τοῦ Λατιαρίου Διὸς ἑορτὴ σφαγιαζόμενον ἄνθρωπον;