Ancient Greek · ~3 min
Chapter 14
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 14.6
Not analysed yet
κἄπειτα σωμάτων οὐχ ἧττον ἢ ψυχῶν έπιμελόμενος, σαρκὸς μὲν ὀφθαλμοῖς . . ὁρᾶν θαύματά τινα παράδοξα καὶ θεϊκὰς τερατείας τε καὶ δυνάμεις, ἀκοαῖς δὲ πάλιν σαρκὸς τὰς διὰ γλώττης καὶ σαρκὸς ὑπήχει διδασκαλίας, πάντα δ’ ἐπετέλει δι' οὗ ἀνείληφεν ἀνθρώπου τοῖς οὐκ ἄλλως ἢ μόνως οὕτως τῆς τοιαύτης θεότητος συναισθέσθαι δυναμένοις. 7 καὶ ταῦτα ταῖς πατρικαῖς βουλαῖς διηκονεῖτο, μένων πάλιν αὐτὸς ἄυλος, οἷος καὶ πρὸ τούτου παρὰ τῷ πατρὶ ἦν, οὔτι μετα- βαλὼν τὴν οὐσίαν, οὐδ’ ἀφανισθείης τῆς αὐτοῦ φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθείς, οὐδ' ὧδε μὲν ἔνθα ἦν αὐτῷ τὸ ἀνθρώπειον σκεῦος τὰς διατριβὰς ποιούμενος, έν ἑτέροις δὲ εἶναι τοῦ παντὸς κεκωλυμένος.