Ancient Greek · ~11 min
Chapter 16
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 16.7
Not analysed yet
τοῦτό γέ τοι ἂν εἴη τὸ μέγα θαῦμα τοῖς φιλαλήθως τὸν νοῦν ἐφιστῶσι καὶ μὴ τοῖς καλοῖς βασκαίνειν ἐθέλουσιν· ὁμοῦ τε γὰρ ἡ τῶν δαιμόνων ἀπηλέγχετο πλάνη, ὁμοῦ καὶ ἡ ἐξ αἰῶνος ἔχθρα καὶ μάχη τῶν ἐθνῶν διελύετο, καὶ πάλιν ὁμοῦ θεὸς εἶς καὶ μία τούτου γνῶσις εἰς πάντας ἐκηρύττετο, ὁμοῦ καὶ βασιλεία μία ἐν ἀνθρώποις ἐκρατύνετο, καὶ τὸ πᾶν ὁμοῦ τῶν ἀνθρώπων γένος εἰς εἰρήνην καὶ φιλίαν μεθηρμόζετο, ἀδελφούς τε ὡμολόγουν ἀλλήλους οἱ πάντες καὶ τὴν οἰκείαν φύσιν ἐγνώριζον΄. αὐτίκα γοῦν ὥσπερ ἐξ ἑνὸς φύντες πατρὸς ἑνός τε θεοῦ οἷα παῖδες καὶ μητρὸς μιᾶς, τῆς ἀληθοῦς εύσεβείας, εἰρηνικῶς ἀλλήλους ἠσπάζοντό τε καὶ ἀπελάμβανον, ὡς μη- δὲν ἀποδεῖν ἐξ ἐκείνου τὴν σύμπασαν οἰκουμένην μιᾶς εὐνομουμένης οἰκετείας τε καὶ συγγενείας, ἐξεῖναί τε πορείας ὅτῳ φίλον στέλλεσθαι ἀποδημεῖν τε ὅπη τις θέλοι σὺη πάγῃ ῥᾳστώνῃ, καὶ τοὺς μὲν ἀπὸ δυσμῶν ἀκινδύνως ἐπὶ τὰ ἑῷα παριέναι, τοὺς δὲ ἐνθένδε πάλιν ἐκεῖσε ὡς ἐπὶ πατρίδας οἰκείας στέλλεσθαι, πληροῦμαί τε παλαιῶν χρησ- μῶν λόγια καὶ προφητῶν ἀναφωνήσεις, μυρίας μὲν καὶ ἄλλας ἅς οὐ νῦν παρατίθεσθαι σχολή, ἀτὰρ δὲ καὶ τὰς ἀμφὶ τοῦ σωτηρίου λόγου ὡδέ πη βοώσας· κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. “καὶ αἶθες· „ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. “„καὶ συγκό- ψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα. καὶ οὐ μὴ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν." 8 ταῦτα προὐλέγετο καὶ φωναῖς Ἑβραίων ἐξ αἰῶνος μακροῦ προεκηρύττετο· ταῦτα τοῖς ἔργοις καθ’ ἡμᾶς αὐτοὺς ὁρώμενα τῶν παλαιῶν φωνῶν πιστοῦται τὰς μαρτυρίας. σὺ δὲ δὴ εἰ ποθεῖς ἑτέρων ἀποδείξεων περιουσίας, μὴ λόγοις ἀλλ’ ἔργοις ταύτας λάμβανε. διάνοιξον τῆς σαυτοῦ διονοίας τοὺρ ὀφθαλμούς, καὶ τοῦ λογισμοῦ τὰς πύλας ἀναπέτασον, πολύ τε ἐπισχὼν παρὰ σαυτῷ λόγισαι, αὐτός τε σαυτὸν ἐρώτα, καὶ ὡς παρ' ἑτέρου πυνθάνου, ὧδέ πη τὴν τῶν πραγμάτων φύσιν διερευνώμενος· τίς πώποτε τῶν ἐξ αἰῶνος βασιλεὺς ἢ ἄρχων ἢ φιλόσοφος ἢ νομοθέτης ἢ προφήτης Ἑλληνικὸς ἢ βάρβαρος τοσοῦτον ἀρετῆς ἀπηνέγκατο, οὔτι γε μετὰ θάνατον ἀλλ’ ἔτι ζῶν καὶ ἐμπνέων καὶ πολλὰ δυνάμενος, ὡς πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἀκοὴν καὶ γλῶτταν ἐμπλῆσαι τῆς αὐτοῦ προσηγορίας; ἀλλὰ τοῦτό γε οὐδεὶς ἢ μόνος εἷς ὁ ἡμέτερος σωτὴρ μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην διεπράξατο, τοῖς αὐτοῦ γνωρίμοις λόγον εἰπὼν καὶ ἔργῳ τελέσας, „πορευθέντες γοῦν μαθητεύσατε Πάντα τὰ ἐν τῷ ὀνόματί μου“ φήσας αὐτοῖς. προειπών τε καὶ μενος, ὡς ἄρα δεῖ τὸ εὐαγγἐλιον αὐτοῦ κηρυχθῆναι ἐν ὄλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν, ἅμα λόγῳ τοὔργον ἐπήγαγεν. αὐτίκα δ' οὑν καὶ οὐκ εἰς μακρὸν ἡ σύμπασα οἰκουμένη τῶν αὐτοῦ λόγων ἐπληροῦτο.