# De laudibus Constantini 17.13

Eusebius, De laudibus Constantini, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-laudibus-constantini/17.13

τί δὲ λέγω ἀνδρῶν ὁπότε μηδ’ αὐτῶν τῶν παρὰ πᾶσιν τοῖς ἔθνεσι θεολογουμένων τοιαύτη τις πέφηνεν ἐπὶ γῆς φύσις ἢ δεικνύτω ὁ βουλόμενος, παρίτω δὲ πᾶς φιλόσοφος καὶ ἡμῖν λεγέτω, τίς ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσέν ποτε θεὸς καὶ ἥρως αἰωνίον ζωῆς οὐρανίου τε βασιλείας μαθήματα πρόξενα παραδεδωκὼς ἀνθρώποις, οἷα ὁ ἡμέτερος σωτήρ, φιλοσόφοις δόμασιν μυρία πλήθη καθ' ὅλης τῆς οἰκουμένης συνασκεῖσθαι ποιήσας, οὐρανόν τε πείσας μεταδιώκειν καὶ τὰς ἐν οὐρανῷ διατριβὰς θεοφιλέσι Ψυχαῖς ἀποκειμένας ἐλπίςειν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως τὴν ἀφ' ἀνίσχοντος μέχρι δυομένου, μόνον οὐχὶ τὸν ἴσον ἡλίῳ διϊππεύσας δρόμον, ταῖς λαμπροτάταις τῆς αὐτοῦ διδασκαλίας αὐγαῖς κατηύγασἐν τε καὶ ἐφώτισεν, ὡς πανταχοῦ γῆς ἑνὶ θεῷ πᾶν ἔθνος μίαν καὶ τὴν αὐτὴν ἐπιτελεῖν λατρείαν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως πάντας θεούς τε καὶ ἥρωας Ἑλληνικούς καὶ βαρβάρους παραγκωνισάμενος, μηδένα μὲν ἐκείνων θεὸν εἶναι νομίξειν ἐνομοθέτησεν καὶ νομοθετήσας ἔπεισεν· ὲ́πειτα πολεμηθεὶς ὑπὸ πάντων, εἷς ὤν αὐτὸς τὸ πᾶν τῶν ἐναντίων στρατόπεδον καθεῖλεν, τῶν ἐξ αἰῶνος ἁπάντων θεῶν τε καὶ ἡρώων κρατῶν, ὡς καθ’ ὅλης τῆς οἰκουμένης θεοῦ μόνον μόνον αὐτὸν πρὸς τῶν ἐθνῶν ἁπάντων ἀνα- γορεύεσθαι;

---

Eusebius, De laudibus Constantini, ed. Ivar A. Heikel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg022.local001/.
