# De laudibus Constantini 17.14

Eusebius, De laudibus Constantini, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-laudibus-constantini/17.14

τίς τοῖς τὸ μέγα στοιχεῖον τῆς γῆς οἰκοῦσι τοῖς τε κατὰ γῆν καὶ τοῖς κατὰ θάλατταν ἐφ' ἑκάστης ἑβδομάδος τὴν κυριακὴν χρηματίζουσαν ἡμέραν ἑορτὴν ἄγειν ἐπὶ ταὐτὸν συνιόντας παρα- δέδωκεν, καὶ οὐ τὰ σώματα πιαίνειν τὰς δὲ ψυχὰς ἐνθέοις παιδεύμασιν ἀναζωπυρεῖν παρεσκεύασεν ; τίς θεὸς ἢ καὶ ἥρως οὕτω πολε- μηθεὶς ὡς ὁ ἡμέτερος σωτὴρ τρόπαια νικητήρια κατὰ τῶν ἐχθρῶν ἤγειρεν; οἱ μὲν γὰρ οὐ διέλιπον ἐξ ἀρχῆς καὶ εἰς τέλος αὐτοῦ τὰ μαθήματά τε καὶ τὸν λαὸν πολιορκοῦντες, ὁ δ’ ἀφανὴς ἀφανῶς τοὺς οἰκείους αὐτοῖς ἱεροῖς οἴκοις ἐπὶ μέγα δόξης προῆγεν.

---

Eusebius, De laudibus Constantini, ed. Ivar A. Heikel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg022.local001/.
