Ancient Greek · ~4 min
Chapter 17
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 17.6
Not analysed yet
τίς μετὰ τοσούσδε τοῦ διωγμοῦ χειμῶνας καὶ ἐν αὐτῇ γε τῇ τῶν δεινῶν ἀκμῇ φιλοσόφου βίου ζηλωτὰς καὶ θεραπευτὰς τοῦ θεοῦ μυρίους ἄνδρας γυναικῶν τε ἱερείας καὶ χοροὺς ἀειπαρθένων ἁγνείᾳ παντελεῖ τὸν πάντα τῆς ςωῆς αὐτῶν χρόνον ἀναθείσας τοῖς τῆς ἐνθέου διδασκαλίας αὐτοῦ μαθήμασι καθ’ ὅλης συνίστη τῆς οἰκουμένης τροφῶν ἀποχαῖς ἀσιτίαις τε ἀνοινίαις πολυημέροις προθυμότατα διακαρτερεῖν ἐγκρατείᾳ τε καὶ ῥώμῃ βίου στερροῦ χρῆσθαι μετὰ σωφροσύνης; τίς γύναια καὶ μυρία πλήθη ἀνδρῶν ἀναπέπεικεν λογικὰς τροφὰς ψυχαῖς λογικαῖς καταλλήλους δι’ ἐνθέων ἀναγνωρισμάτων ἀντικαταλλάξασθαι τῶν τοῦ σώματος τροφῶν; τίς βαρβάρους καὶ ἀγροίκους ἄνδρας γύναια τε κοὶ παῖδας καὶ οἰκετῶν γἐνη πλήθη τε μυρία μυρίων ἐθνῶν θανάτου μὲν καταφρονεῖν ἐδίδαξεν ἀθάνατον δὲ πεπεῖσθαι εἶναι τὴν αὐτῶν Ψυχήν, κω δίκης ὀφθαλμὸν ὑπάρχειν ἔφορον τῶν ἀνθρωπίνων πραγμάτων εὐσεβῶν τε καὶ ἀσεβῶν, δικαιωτήρια τε θεοῦ προσδοκῶν, τούτων ἕνεκα δικαίου καὶ σώφρονος δεῖν ἐπιμελεῖσθαι βίου; μὴ γὰρ οὕτω διατεθέντας ἀδύνατον ἄλλως εἶναι τὸν τῆς θεοσεβείας ὑποδῦναι ζυγόν· ὁ δὴ μόνῳ τῷ ἡμετέρῳ σωτῆρι εἰσέτι καὶ νῦν κατορθοῦται. ἀλλὰ ταῦτα μὲν παρῶμεν,