# De laudibus Constantini 5.2

Eusebius, De laudibus Constantini, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-laudibus-constantini/5.2

ἀτὰρ δὴ καὶ βασιλεὺς ἀληθεῖ λόγῳ χρηματίσειεν ἂν οὗτος ὁ τῆς ἐπέκεινα βασιλείας τὸ μίμημα βασιλικαῖς ἀρεταῖς τῇ ψυχῇ μεμορφωμένος. ὁ δὲ τούτων ἀπεξενωμένος καὶ τὸν βασιλέα τῶν ὅλων ἀπαρνηθείς, μηδὲ τὸν ἐπουράνιον ψυχῶν ἐπιγραψάμενος πατέρα, μηδὲ τὸν πρεποντα βασιλεῖ κόσμον περιθέμενος, ἀμορφίαν δὲ καὶ αἶσχος ἀναλαβὼν τῇ ψυχῇ, καὶ θηρὸς μὲν ἀγρίου θυμὸν βασιλικῆς ἡμερότητος ἀντικαταλλαξάμενος, ἰὸν δὲ δυσαλθῆ κακίας ἀντ’ ἐλευθερίου διαθέσεως, μωρίαν δ’ ἀντὶ φρονήσεως, καὶ ἀντὶ λόγου καὶ σοφίας τὴν παντὸς δυσειδεστάτην ἀλογίαν, ἐξ ἧς ὥσπερ ἀπὸ πικροῦ πόματος τὰ λυμαντικὰ συνομαρτεῖ βλαστήματα, βίος ἄσωτος, πλεονεξίαι, μιαιφονίαι, θεομαχίαι, δυσςέβειαι· τούτοις ἐκδοθείς, κἂν νομίζηταί ποτε τυραννικῇ βίᾳ κρατεῖν, ἀλλ’ οὔποτ’ ἀληθεῖ λόγῳ χρηματίσει βασιλεὺς οὗτος.

---

Eusebius, De laudibus Constantini, ed. Ivar A. Heikel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg022.local001/.
