Ancient Greek · ~2 min
Chapter 5
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 5.3
Not analysed yet
πῶς δ’ ἂν τὸ μίμημα τῆς μοναρχικῆς ἐξουςίας οἷός τε ἂν εἴη φέρειν ὁ μυρίας ἐψευδογραφημένας δαιμόνων εἰκόνας τῇ αὐτοῦ ψυχῇ τετυπωμένος; πῶς δ’ ἄρχων καὶ τῶν ὅλων κύριος ὁ μυρίους καθ’ ἑαυτοῦ πικροὺς δεσπότας ἐφειλκυσμένος, καὶ δοῦλος μὲν αἰσχρᾶς ἡδονῆς, δοῦλος δ’ ἀκολάστου γυναικομανίας, δοῦλος χρημάτων ἐξ ἀδίκου ποριζομένων, δοῦλος θυμοῦ καὶ ὀργῆς, δοῦλος φόβου καὶ δειμάτων, δοῦλος μιαιφόνων δαιμόνων, δοῦλος ψυχοφθόρων πνευμάτων;