Ancient Greek · ~6 min
Chapter 5
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 5.5
Not analysed yet
βασιλεὺς οὗτος ὁ νύκτωρ καὶ μεθ’ ἡμέραν τὸν ἐπουράνιον ἀνακαλούμενος πατέρα, ὁ τοῦτον ἐν ταῖς εὐχαῖς ἐπιβοώμενος, ὁ τῆς ἀνωτάτω βασιλείας ὀριγνώμενος. μὴ γὰρ τὰ παρόντα ἄξια τοῦ παμβασιλέως θεοῦ συνειδώς, τὰ θνητὰ καὶ ἐπίκηρα ποταμοῦ δίκην ῥέοντα καὶ ἀπολλύμενα, τὴν ἄφθαρτον καὶ ἀσώματον τοῦ θεοῦ βασιλείαν πουεῖ, κἀκείνης τυχεῖν εὔχεται, διὰ μεγαλόφρονα λογισμὸν ὑπὲρ τὴν οὐράνιον ἁφῖδα τὴν διάνοιαν μετεωρίσας καὶ τῶν ἐκεῖ φώτων ἄλεκτον πόθον ἐνεστερνισμένος, ὧν τῇ παραθέσει σκότους οὐδὲν διαφέρειν ἡγεῖται τὰ τοῦ παρόντος βίου τίμια· τήν τε γὰρ ἀνθρώπων άρχὴν θνητοῦ καὶ προσκαίρου βίου μικρὰν καὶ ὀλιγοχρόνιον ἐπισταςίαν οὖσαν ὁρᾷ, οὐ μακρῷ κρείττονα τῆς αἰπόλων ἢ ποιμένων ἢ βουκόλων ἀρχῆς (μᾶλλον δὲ καὶ ἐργωδεστέραν καὶ δυσκολωτέρων θρεμμάτων ἡγεῖται), τάς τε τῶν δήμων ἐκβοήσεις καὶ τὰς τῶν κολάκων φωνὰς πρὸς ὄχλου τίθεται μᾶλλον ἢ πρὸς ἡδονῆς, διὰ στερρὸν ἦθος καὶ γνηςίαν ψυχῆς παίδευσιν. 6 ἀλλὰ καὶ τὴν τῶν ὑπηκόων δορυφορίαν, μυριάδας στρατοπέδων, ὁπλιτῶν πεζῶν τε ὁμοῦ καὶ ἱππικῶν δοῦλα καὶ ὑπήκοα πλήθη οὐδαμῶς ὁρῶν καταπλήττεται, οὐδ’ ἐπὶ τῇ τούτων ἀρχῇ τυφοῦται, στρέφων εἰς αὐτὸν τὴν διάνοιαν τήν τε κοινὴν ἁπάντων φύσιν καὶ παρ’ ἑαυτῷ βλέπων. ἐσθῆτά γε μὴν χρυσοϋφῆ ποικίλοις ἄνθεσιν ἐξυφασμένην ἁλουργίδα τε βασιλικὴν σὺν αὐτῷ διαδήματι γελᾷ τοὺς πολλοὺς θεώμενος ἐκπεπληγμένους καὶ τὸ φάντασμα κομιδῇ νηπίων δίκην οἷόν τι μορμολύκειον θειάζοντας· οὐδαμῶς δ’ αὐτὸς τὰ ὅμοια πεπονθὼς τῇ ψυχῇ δι’ ἐπιστήμην τοῦ θείου περίβλημα σωφροσύνῃ καὶ δικαιοσύνῃ εὐσεβείᾳ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς πεποικιλμένον τὸν ἐπ’ ἀληθείας πρέποντα βασιλεῖ κόσμον περιτίθησιν.