Ancient Greek · ~2 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 6.21
Not analysed yet
θνητῶν δ᾿ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἀκοή τις διέγνω, ἀλλ᾿ οὐδὲ νοῦς σάρκα ἠμφιεσμένος οἷός τε ἂν εἴη διαθρῆσαι ἅ τοῖς εὐσεβείᾳ διακοσμησαμένοις προητούμασται, ὥσπερ οὖν καὶ σοί, βασιλεῦ θεοσεβέστατε, ᾧ μόνῳ τῶν ἐξ αἰῶνος ἐντεῦθεν ἤδη τὸν ἀνθρώπειον ἀποκαθᾶραι βίον αὐτὸς ὁ τῶν ὅλων παμβασιλεὺς θεὸς ἐδωρήσατο, ᾧ καὶ τὸ αὐτοῦ σωτήριον ἀνέδειξε σημεῖον, δι’ οὗ τὸν θάνατον καταγωνιςάμενος τὸν κατὰ τῶν ἐχθρῶν ἤγειρε θρίαμβον· ὅ δὴ νικητικὸν τρόπαιον, δαιμόνων ἀποτρόπαιον, τοῖς τῆς πλάνης ἰνδάλμασιν ἀντιπαρατάξας τὰς κατὰ πάντων ἀθέων πολεμίων τε καὶ βαρβάρων ἤδη δὲ καὶ αὐτῶν δαιμόνων, ἄλλων τουτωνὶ βαρβάρων, ἤρατο νίκας.