Ancient Greek · ~2 min
Chapter 8
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 8.6
Not analysed yet
τὸ δὲ ἦν ἔξω πάτου τριόδων τε καὶ λεωφόρων αἰσχρῷ δαίμονι Ἀφροδίτης ἐπ’ ἀκρωρείας μέρει τοῦ Λιβάνου καθιδρυμένον. σχολή τις ἦν αὕτη κακοεργίας ἅπασιν ἀκολάστοις πολλῇ τε ῥᾳστώνῃ διερθορόσι τὰ σώματα· γύννιδες γοῦν τινες ἄνδρες οὐκ ἄνδρες τὸ σεμνὸν τῆς φύσεως ἀπαρνηςάμενοι θηλείᾳ νόσῳ τὴν δαίμονα ἱλεοῦντο, γυναικῶν τε αὖ παράνομοι ὁμιλίαι, κλεχίγαμοί τε φθοραί, ἄρρητοί τε καὶ ἐπίρρητοι πράξεις ὡς ἐν ἀνόμῳ καὶ ἀπροστατῃ χώρῳ κατὰ τόνδε τὸν νεὼν ἐπεχειροῦτο. φώρ τε οὐδεὶς ἦν τῶν πραττομένων, τῷ μηδένα σεμνῶν αὐτόθι τολμᾶν παριέναι.