Ancient Greek · ~2 min
Chapter 8
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 8.8
Not analysed yet
ἀλλὰ γὰρ ὧδε καὶ τὰ τῆς λαοπλάνου φάσματα κακίας ἐμφανῆ τοῖς πᾶσι καταστηςάμενος βασιλεύς, τὸν αὐτοῦ σωτῆρα τοῖς πᾶσιν ἀνεκήρυττεν, οὐκ ἦν τε ἀρωγὸς οὐδεὶς οὐδ’ ἐπαμύνων τοῖς ἑαλωκόσιν, οὐ δαίμων, οὐ θεός, οὐ χρησμῳδός, οὐ μάντις. οὐδὲ γὰρ ἔτι σκοτίῳ ζόφῳ αἱ τῶν ἀνθρώπων ἐκαλινδοῦντο ψυχαί, θεοσεβείας δὲ ἀπλανοῦς ἀκτῖσι πεφωτισμέναι τοῖς μὲν αὐτῶν προπάτορσι κατεμέμφοντο ἀγνωςίαν ἠλέουν τε αὐτοὺς τῆς ἀβλεψίας, σφᾶς δὲ αὐτὰς μακαρίας ἀπέφαινον ὡς ἄν δεινῆς ἠλευθερωμέναι πλάνης.