Ancient Greek · ~2 min
Chapter 9
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 9.12
Not analysed yet
ὁ δὲ βασιλεὺς τὸ νικοποιὸν ἐτίμα σημεῖον, ἔργῳ τὴν πεῖραν τῆς ἐν αὐτῷ θεότητος μαθών· καὶ γὰρ δὴ τούτῳ πλήθη πολεμίου στρατιᾶς ὑπεχώρει, τούτῳ θεομάχων μεγαλαυχίαι καθῃροῦντο, τούτῳ δυσφήμων καὶ δυσσεβῶν γλῶτται κατεσιγάζοντο, τούτῳ βάρβαρα φῦλα καθυπετάττετο, τούτῳ δυνάμεις ἀφανῶν δαιμόνων ἠλαύνοντο, τούτῳ παιδιαὶ δεισιδαίμονος ἀπάτης ἠλέγχοντο, τούτῳ τὸ πάντων ἀγαθῶν τέλος οἷόν τι χρέος βασιλεὺς ἀποδιδοὺς ἁπανταχοῦ γῆς στήλας ἐπινικίους ἱδρύετο, πλουσίᾳ καὶ βασιλικῇ χειρὶ νεὼς καὶ τεμένη ἱερά τε προσευκτήρια συνίστασθαι τοῖς πᾶσι διακελευόμενος.