# De laudibus Constantini 9.13

Eusebius, De laudibus Constantini, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-laudibus-constantini/9.13

ὑψοῦτο δὲ παραχρῆμα μέσαις αὐταῖς ἐπαρχίαις τε καὶ πόλεσι βασιλικῆς μεγαλονοίας μεγαλουργήματα, ἐν ὀλίγῳ τε ταῦτα κατὰ πᾶν ἔθνος διέλαμπεν, ἀθέου τυραννίδος τὸν ἔλαχον ἐφελκόμενα· οἱ μὲν γὰρ ψυχῆς ἀπονοίᾳ πρὸ μικροῦ θεομαχεῖν ὡρμημένοι κυνῶν δίκην λυττῶντες κατὰ τῶν ἀψύχων οἰκοδομημάτων, ὅτι μὴ κατ' αὐτοῦ θεοῦ δυνατὸν ἠν αὐτοῖς, τοὺς θυμοὺς ἠφίεσαν, εἶτ' ἐξ ὕψους εἰς ἔδαφος καταρρίπτοντες ἐξ αὐτῶν τε βάθρων ἀνασκάπτοντες τὰ προσευκτήρια ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαν. καὶ τοῦτ΄ ἠν αὐτοῖς τῶν κακῶν τὸ δρᾶμα, δέ οὑ τὸ θεῖον ὥσπερ ἀμυνόμενοι τῆς φρενοβλαβείας αὐτίκα τὴν πεῖραν ἐλάμβανον. οὔπω δ' οὖν αὐτοῖς βραχὺς διῄει χρόνος, καὶ μιᾷ ῥιπῇ θεηλάτου καταιγίδος ἀφανεῖς ἐποίει, ὡς μὴ γένος, μὴ σπέρμα, μηδέ τι λείψανον τῆς αὐτῶν μνήμης ἐν ἀν- θρώποις ἀπολειφθῆναι ἄρδην δ' ἐν βραχεῖ τοὺς πάντας καίπερ εἰς πλῆθος ἀφωρισμένους θεηλάτοις μάστιξι τιμωρουμένους ἀποσβῆναι. 14 ἀλλ' οἵδε μὲν θεομάχου λύττης τοιοῦτον εὕραντο τέλος, ὁ δὲ τὸ σωτήριον τρόπαιον προβεβλημένος μόνος αὐτός, οὐ μὴν μόνος συνόντος δὲ καὶ συμπράττοντος αὐτῷ τοῦ μόνου, τῶν μικρῷ πρόσθεν ἑαλωκότων τὰ νέα πολὺ κρείττονα τὰ δεύτερα μακρῷ τῶν πρώτων ἀπέφαινε τιμιώτερα, ὡδε μὲν τὴν ἐπώνυμον αὐτῷ πόλιν διαφόροις ἐκκλησίαις θεοῦ φαιδρύνων, ὡδε δὲ τὴν Βιθυνῶν ἄρχουσαν μεγίστῃ τιμῶν καὶ περικαλλεστάτῃ, καὶ τῶν δὲ λοιπῶν ἐθνῶν τὰς μάλιστα κρατιστευούσας τοῖς ὁμοίοις ἐκόσμει.

---

Eusebius, De laudibus Constantini, ed. Ivar A. Heikel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg022.local001/.
