Ancient Greek · ~2 min
Chapter 9
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 9.2
Not analysed yet
καὶ θεῶν μὲν πολλὺς ἦν ὁ παρὰ τοῖς τότε τυράννοις λόγος, ἔθνη τε καὶ δῆμοι κατ’ ἀγροὺς καὶ κατὰ πάντα τόπον ἤδη τε κατ’ οἴκους ἐν αὐτοῖς αὐτῶν ταμείοις τε καὶ θαλάμοις βωμοῖς καὶ ἀγάλμασιν ἐτίμων τὰ πάτρια, τῆς δ’ εὐσεβείας αὐτοῖς ὁ καρπὸς οὐ τὰ νῦν ὀφθαλμοῖς ὁρώμενα τῆς πρὸς ἀλλήλους ὑπῆρχεν εἰρήνης, πάντα δὲ τἀναντία τούτοις, πόλεμοι καὶ μάχαι καὶ στάσεις· αἷς διὰ παντὸς τοῦ βίου κατατριβόμενοι αἵμασι καὶ φόνοις ἐμφυλίοις τὰς ἑαυτῶν ἐπλήρουν χώρας.