Ancient Greek · ~3 min
Chapter 9
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 9.8
Not analysed yet
ποῖ τὸ τῶν θεομάχων γιγάντων στῖφος καὶ τῶν δρακόντων τὰ συρίγματα, οἵ τὰς γλώττας ἀκονήσαντες φωνὰς ἀθέους κατὰ τοῦ παμβασιλέως ἠφίεσαν; ἀλλ’ οἱ μὲν τῷ βασιλεῖ τῶν ὅλων πεπολεμωμένοι πολυπληθείᾳ θεῶν θαρροῦντες, σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆ ἐπῄεσαν, νεκρῶν εἴδωλα καμόντων ἐν ἀψύχοις ἀγάλμασι προβεβλημένοι, ὁ δ’ εὐσεβείας θώρακι πεφραγμένος τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον ὥσπερ τι φόβητρον καὶ κακῶν ἀμυντήριον τῷ πλήθει τῶν ἐναντίων ἀντιπαρατάξας, ὁμοῦ τὴν κατ’ ἐχθρῶν καὶ κατὰ δαιμόνων νίκην ἀπηνέγκατο, εἶτ’ εὐγνώμονι λογισμῷ χαριστήριον ἀποδιδοὺς εὐχὴν τῷ τῆς νίκης αἰτίῳ φωνῇ μεγάλῃ καὶ στήλαις ἅπασιν ἀνθρώποις τὸ νικοποιὸν ἀνεκήρυττεν σημεῖον, μέσῃ τῇ βασιλευούσῃ πόλει μέγα τρόπαιον τοῦτὶ κατὰ πάντων πολεμίων ἐγείρας, διαρρήδην τε ἀνεξάλειπτον σωτήριον τουτὶ σημεῖον τῆς Ῥωμαίων ἀρχῆς καὶ τῆς καθόλου βασιλείας φυλακτήριον.