Ancient Greek
Chapter 1
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 1.4
Not analysed yet
ὅμως δ’ οὖν ἔφερον τὸ ἀποβὰν ἀκολούθως ταῖς ἀπορρήτοις κρίσεσι τοῦ θεοῦ τέλος. ὁ μὲν γὰρ ἑτέρων κατεχόντων αὐτοῦ τὼ χεῖρε καὶ τῷ βωμῷ προσαγόντων, τήν τε μιαρὰν καὶ ἐναγῆ θυσίαν κατὰ τῆς δεξιᾶς ἐπιρριπτούντων, ὡς ἂν τεθυκὼς ἀπηλλάττετο, ὁ δὲ μηδ’ ὅλως ἐφαψάμενος, εἰρηκότων δ’ ἑτέρων ὅτι τεθύκοι, σιωπήσας ἀπῄει, ἄλλος ἡμιθανὴς αἰρόμενος ὡσὰν ἤδη νεκρὸς ἐρρίπτετο καὶ ἀνίετό γε τῶν δεσμῶν, ἐν τεθυκόσιν αὐτοῖς λελογισμένος, ὁ δὲ βοῶν καὶ μαρτυρόμενος, ὅτι μὴ πείθοιτο, κατὰ στόματος παιόμενος, πολυχειρίᾳ τε τῶν ἐπὶ τούτῳ τεταγμένων κατασιγαζόμενος, μετὰ βίας ἐξωθεῖτο, καὶ εἰ μὴ τεθυκὼς ἦν.