Ancient Greek
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 11.2
Not analysed yet
ὧν ὁ κορυφαῖος καὶ τῇ τοῦ κατὰ Καισάρειαν πρεσβείου τιμῇ κεκοσμημένος μόνος ἐτύγχανεν ὁ Πάμφιλος, ἀνὴρ καὶ παρ᾿ ὅλον αὐτοῦ τὸν βίον πάσῃ διαπρέψας ἀρετῇ, ἀποτάξει καὶ καταφρονήσει βίου, τῇ τῆς οὐσίας εἰς ἐνδεεῖς κοινωνίᾳ, κοσμικῶν ἐλπίδων ὀλιγωρίᾳ, φιλοσόφῳ πολιτείᾳ καὶ ἀσκήσει· μάλιστα δὲ παρὰ τοὺς καθ᾿ ἡμᾶς πάντας διέπρεπε τῇ περὶ τὰ θεῖα λόγια γνησιωτάτῃ σπουδῇ, ἀτρύτῳ τε περὶ ἃ προύθετο φιλοπονίᾳ ,καὶ τῇ περὶ τοὺς προσήκοντας καὶ πάντας τοὺς αὐτῷ πλησιάζοντας ὠφελείᾳ·