# De Martyribus Palaestinae (Recensio Brevior) 11.25-28

Eusebius, De Martyribus Palaestinae (Recensio Brevior), 11.25 to 11.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-martyribus-palaestinae-recensio-brevior/11.25

ἐπὶ τούτοις ἑνὸς ἔτι λείποντος, ὃ τὸν δωδέκατον ἀποπλήσοι τοῖς δηλουμένοις μάρτυσι ἀριθμὸν, Ἰουλιανὸς παρῆν τοῦτον ἀποπληρώσων ἐξ ἀποδημίας γέ τοι ἀφικόμενος αὐτίκα, καὶ μηδ’ εἰσβαλών πω τῇ πόλει, εὐθὺς ὡς εἶχεν ἀπὸ τῆς ὁδοῦ μαθὼν καὶ ὁρμήσας ἐπὶ τὴν μαρτύρων θέαν, ὡς ἐπὶ γῆς χαμαὶ τὰ τῶν ἁγίων εἶδε σκηνώματα, χαρᾶς ἔμπλεως γεγονὼς, ἑκάστῳ περιπλακεὶς, τοὺς πάντας ἠσπάζετο. τοῦτο ποιοῦντα συλλαβόντες αὖθις οἶ τῶν φόνων διάκονοι προσάγουσι τῷ Φιρμιλλιαῷ. ἀκόλουθα δ’ αὑτῷ ἐπιτελῶν μακρῷ καὶ τοῦτον πυρὶ παραδίδωσιν. οὕτω δῆτα καὶ Ἰουλιανὸς σκιρτῶν καὶ ὑπεραλλόμενος, μεγάλῃ τε φωνῇ τῷ τηλικούτων αὐτὸν ἀξιώσαντι κυρίῳ ὑπερευχαριστῶν, τοῦ τῶν μαρτύρων κατηξιώθη στεφάνου. ἦν δὲ οὗτος τὸ μὲν κατὰ σάρκα γένος Καππαδοκῶν, τὸν δὲ τρόπον εὐλαβέστατος καὶ πιστότατος καὶ γνησιώτατος, σπουδαῖός τε τὰ ἄλλα πάντα, καὶ πνέων αὐτοῦ ἁγίου πνεύματος. τοιοῦτο τῆς συνοδίας τὸ στῖφος τῶν ἅμα Παμφίλῳ συνεισελθεῖν ἐπὶ τὸ μαρτύριον ἀξιωθέντων. τούτων ἐπὶ τέσσαρας ἡμέρας τοσαύτας τε νύκτας ἐκ προστάξεως τοῦ δυσσεβοῦς ἡγουμένου τὰ ἱερὰ καὶ ὄντως ἅγια σώματα εἰς βορὰν τοῖς σαρκοβόροις ἐτηρεῖτο. ὡς δ’ οὐδὲν αὐτοῖς παραδόξως, οὐ θηρίον, οὐ πτηνὸν, οὐ κύων προσεπέλαζεν, αὖθις ἐξ οἰκονομίας τῆς τοῦ θεοῦ προνοίας ἀβλαβῆ ληφθέντα, τῆς τε προσηκούσης κηδείας λαχόντα, τῇ συνήθει παρεδόθη ταφῇ.

---

Eusebius, De Martyribus Palaestinae (Recensio Brevior), ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg003.local001/.
