Ancient Greek
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 11.8
Not analysed yet
ὃς καὶ πρῶτον τῆς τῶν Αἰγυπτίων ἀκαταμαχήτου ἐνστάσεως παντοίοις βασάνων εἴδεσι, μηχανῶν τε ξένων καὶ ποικίλων ἐπινοίαις πεῖραν λαμβάνει. τὸν μὲν προήγορον ἁπάντων τούτοις ἐγγυμνάσας τοῖς ἄθλοις τίς εἴη πρῶτον ἠρώτα, εἶτ’ ἀντὶ τοῦ κυρίου ὀνόματος προφητικόν τι ἐπακούσας —τοῦτο δὲ πρὸς αὐτῶν ἐγίνετο, ἀντὶ τῶν πατρόθεν αὐτοῖς ἐπιπεφημισμένων εἰδῶ λικῶν ὄντων, εἰ τύχοι, μετατεθεικότων ἑαυτοῖς τὰς προσηγορίας· Ἠλίαν γοῦν καὶ Ἱερεμίαν καὶ Ἠσαίαν τε καὶ Σαμουὴλ καὶ Δανιὴλ ἤκουες ἂν αὐτῶν ἐπιγραφομένων, καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον γνήσιόν τε καὶ εἰλικρινῶς Ἰσραὴλ τοῦ θεοῦ οὐ μόνον ἔργοις, ἀλλὰ φωναῖς κυρίως ἐκφερομέναις ἐπιδεικνυμένων —τοιοῦτόν τι οὑν πρὸς τοῦ μάρτυρος ὄνομα ἐπακούσας ὁ Φιρμιλλιανὸς, οὐ μὴν ἐπιστήσας τῇ τοῦ ῥήματος δυνάμει, δεύτερον ἥτις αὐτοῦ πατρὶς γένοιτο ἠρώτα.