# De Martyribus Palaestinae (Recensio Brevior) 13.12-14

Eusebius, De Martyribus Palaestinae (Recensio Brevior), 13.12 to 13.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/de-martyribus-palaestinae-recensio-brevior/13.12

τὰ γάρ τοι ἐπέκεινα τῶν δεδηλωμένων, Ἰταλία πᾶσα καὶ Σικελία, Γαλλία τε καὶ ὅσα κατὰ δυόμενον ἥλιον ἐπὶ Σπανίαν Μαυριτανίαν τε καὶ Ἀφρικὴν, ὅλοις ἔτεσιν δυσὶ τοῖς πρώτοις τοῦ διωγμοῦ τὸν πόλεμον ὑπομείναντα, ταχίστης ἠξιώθησαν ἐπισκοπῆς τε θεοῦ καὶ εἰρήνης, τῆς οὐρανίου προνοίας φειδὼ τῆς τῶν ἀνδρῶν ἁπλότητος καὶ πίστεως ποιουμένης. ὃ γοῦν μηδὲ ἱστόρηται ἐν τοῖς ἀνέκαθεν τῆς Ῥωμαίων ἀρχῆς, τοῦτο νῦν πρῶτον καθ’ ἡμᾶς παρὰ πάσαν γέγονεν ἐλπίδα· διαιρεῖται μὲν γὰρ ἐπὶ τῷ καθ’ ἡμᾶς διωγμῷ διχῆ τὰ τῆς βασιλείας, εἰρήνης δ’ ἀπολαύουσιν οἱ ἐν θατέρῳ μέρει τῷ προδεδηλωμένῳ κατοικοῦντες ἀδελφοὶ, τῶν ἀνὰ τὴν ἄλλην οἰκουμένην μυρίους ἐπὶ μυρίοις ἀγῶνας ὑπομεινάντων. μεινάντων. ἀλλὰ γὰρ ὅτε καὶ τὴν καθ’ ἡμᾶς ἐπισκοπὴν εὐμενῆ καὶ ἵλεων ἡ θεία χάρις ἐνεδείκυτο, τότε δῆτα καὶ οἶ καθ’ ἡμᾶς ἄρχοντες αὐτοὶ δὴ ἐκεῖνοι, δι’ ὧν πάλαι τὰ τῶν καθ’ ἡμᾶς ἐνηργεῖτο πολέμων, παραδοξοτάτῳ γνώμῃ μεταβαλλόμενοι παλινῳδίαν ᾖδον, χρηστοῖς περὶ ἡμῶν προγράμμασιν καὶ ἡμέροις διατάγμασι τὴν καθ’ ἡμῶν πυρκαιὰν ἀποσβεννύντες· ἀναγραπτέα δὴ καὶ ἡ παλινῳδία.

---

Eusebius, De Martyribus Palaestinae (Recensio Brevior), ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg003.local001/.
