Ancient Greek
Chapter 3
Eusebius Scr. Eccl. et Theol., De Martyribus Palaestinae (Recensio Brevior) 3.1
Not analysed yet
Δευτέρου δ’ ἔτους διαλαβόντος, καὶ δὴ σφοδρότερον ἐπιταθέντος τοῦ καθ’ ἡμῶν πολέμου, τῆς ἐπαρχίας ἡγουμένου τηνικάδε Οὐρβανοῦ, γραμμάτων τούτῳ πρῶτον βασιλικῶν πεφοιτηκότων, ἐν οἷς καθολικῷ προστάγματι πάντας πανδημεὶ τοὺς κατὰ πόλιν θύειν τε καὶ σπένδειν τοῖς εἰδώλοις ἐκελεύετο, Τιμόθεος ἐν Γάζῃ πόλει τῆς Παλαιστίνης μυρίας ἀνατλὰς βασάνους, ἐπὶ πάσαις λεπτῷ καὶ μαλθακῷ πυρὶ παραδοθεὶς, δοκιμὴν γνησιωτάτην τῆς περὶ τὸ θεῖον γνησιωτάτης εὐσεβείας διὰ τῆς πρὸς πάντα ὑπομονῆς παρασχὼν, τὸν τῶν ἱερονικῶν τῆς θεοσεβείας ἀθλητῶν στέφανον ἀπηνέγκατο. τούτῳ δ’ ἅμα γενναιοτάτην ἔνστασιν ἐπιδειξάμενοι Ἀγάπιος καὶ ἡ καθ’ ἡμᾶς Θέκλα θηρίοις εἰς βορὰν κατεδικάσθησαν.